Loading…

Novum Testamentum Graece (Tischendorf) is unavailable, but you can change that!

The Greek New Testament from Tischendorf's Novum Testamentum Graece, Editio Octavo Maior.

Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία: πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσίν: εἰ δὲ μή, εἶπον ἂν ὑμῖν: ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν: καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν. Λέγει αὐτῷ Θωμᾶς: κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς οἴδαμεν τὴν ὁδόν; λέγει αὐτῷ Ἰησοῦς: ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή: