Loading…

Novum Testamentum Graece (Tischendorf) is unavailable, but you can change that!

The Greek New Testament from Tischendorf's Novum Testamentum Graece, Editio Octavo Maior.

Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσίν. τινὲς δὲ τῶν Φαρισαίων εἶπον: τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν τοῖς σάββασιν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς αὐτοὺς εἶπεν: οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυεὶδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ ὄντες; ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν