The Future of Bible Study Is Here.
Sign in or register for a free account to set your preferred Bible and rate books.
1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα 1φωνῇ μεγάλῃ, Τίς ἐστιν2 ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
3 καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὐδὲ3 βλέπειν αὐτό.
4 καὶ ἐγὼ ἔκλαιον πολλὰ, 4ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι καὶ ἀναγνῶναι5 τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ὢν6 ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαβίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι7 τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6 καὶ εἶδον, καὶ ἰδού, 8ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον9 κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσι τὰ ἑπτὰ10 τοῦ Θεοῦ πνεύματα11 τὰ ἀπεσταλμένα12 εἰς πᾶσαν τὴν γῆν.
7 καὶ ἦλθε, καὶ εἴληφε τὸ βιβλίον13 ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
8 καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἴκοσιτέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάρας, 14καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς15 ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 καὶ ἐποίησας ἡμᾶς16 τῷ Θεῷ ἡμῶν βασιλεῖς17 καὶ ἱερεῖς, καὶ βασιλεύσομεν18 ἐπὶ τῆς γῆς.
11 καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλοθεν τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,
12 λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13 καὶ πᾶν κτίσμα ὃ ἐστιν19 ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, 20καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἅ21 ἐστι, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνοῦ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14 καὶ τὰ τέσσαρα ζῶα ἔλεγον, Ἀμήν. καὶ οἱ εἰκοσιτέσσαρες22 πρεσβύτεροι ἔπεσαν, καὶ προσεκύνησαν ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων23.
|
About The New Testament in Greek (Scrivener 1881)This Greek text (Scrivener 1881) is the Greek text which corresponds best to the 1611 King James Version. The Scrivener text is a modified Beza 1598 Textus Receptus in which changes have been made to reflect the readings chosen by the KJV translators. Scrivener's intent was to artificially create a Greek text that closely matched the translator-modified Textus Receptus text and the resulting English version. This is a useful text for comparison for those with proficiency in Greek. Further, this edition of the text is fully morphologically tagged with the Logos Bible Software morphology; it also includes lemma (dictionary) forms and Strongs numbers for every word in the Greek text. |
| Copyright |
Copyright 2008 Logos Research Systems, Inc. |
| Support Info | scrmorph |
Loading…