The Future of Bible Study Is Here.
Sign in or register for a free account to set your preferred Bible and rate books.
1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν1 εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ2 πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, 3ὅτι4 καὶ5 δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται6;
3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ7 Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 ἔλεγε δὲ8 αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι9 καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.
6 καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴ πήραν, μὴ ἄρτον, 10μὴ εἰς τὴν ζώνην χαλκόν·
9 ἀλλʼ ὑποδεδεμένους σανδάλια· καὶ μὴ ἐνδύσασθαι11 δύο χιτῶνας.
10 καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
11 καὶ ὃσοι ἂν μὴ δέξωνται12 ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἤ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἤ τῇ πόλει ἐκείνη13.
12 καὶ ἐξελθόντες ἐκήρυσσον14 ἵνα μετανοήσωσι·
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν15 ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, 16καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 ἄλλοι17 ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστίν, 18ἢ19 ὡς εἷς τῶν προφητῶν.
16 ἀκούσας δὲ ὁ Ἡρώδης εἶπεν20 ὅτι 21 Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἐστιν· αὐτὸς22 ἠγέρθη ἐκ νεκρῶν23.
17 αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ24 φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
18 ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρώδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 ἡ δὲ Ἡρωδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·
20 ὁ γὰρ Ἡρώδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, 25καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει26 τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς27 Ἡρωδιάδος καὶ ὀρχησαμένης, καὶ ἄρεσασης, 28 τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς29 τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·
23 καὶ ὤμοσεν αὐτῇ ὅτι, Ὅ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.
24 ἡ δὲ30 ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; 31ἡ δὲ εἶπε, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίστου32.
25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ἠτήσατο, λέγουσα, Θέλω ἵνα μοι δῷς ἐξαυτῆς33 ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους34 οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι35 τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ36 ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ,
28 καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ37 ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 καὶ εἶπεν38 αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε39 ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν.
32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ40 κατʼ ἰδίαν.
33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, 41καὶ ἐπέγνωσαν αὐτὸν42 πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτὸν43.
34 καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς44 πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς, 45ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν46 ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. 47τὶ γὰρ48 φάγωσιν οὐκ ἔχουσιν49.
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους, καὶ δῶμεν50 αὐτοῖς φαγεῖν;
38 ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ51 ἴδετε. καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας.
39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι52 πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ53 ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
42 καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·
43 καὶ ἦραν κλασμάτων54 δώδεκα κοφίνους55 πληρεις, 56καὶ ἀπὸ τῶν ἰχθύων.
44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, ὡσεὶ57 πεντακισχίλιοι ἄνδρες.
45 Καὶ εὐθὲως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδά, ἕως αὐτὸς ἀπολύσῃ58 τὸν ὄχλον.
46 καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 καὶ εἶδεν59 αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, καὶ60 περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.
49 οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, 61ἔδοξαν φάντασμά εἶναι, 62καὶ ἀνέκραξαν·
50 πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. καὶ εὐθέως63 ἐλάλησε μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον. καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ64 ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον65.
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ66 ἡ καρδία αὐτῶν πεπωρωμένη.
53 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν67 Γεννησαρέτ, καὶ προσωρμίσθησαν.
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτὸν,
55 περιδραμόντες68 ὅλην τὴν περίχωρον69 ἐκείνην, 70ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ71 ἐστί.
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ72 πόλεις, ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἤπτοντο73 αὐτοῦ ἐσώζοντο.
|
About The New Testament in Greek (Scrivener 1881)This Greek text (Scrivener 1881) is the Greek text which corresponds best to the 1611 King James Version. The Scrivener text is a modified Beza 1598 Textus Receptus in which changes have been made to reflect the readings chosen by the KJV translators. Scrivener's intent was to artificially create a Greek text that closely matched the translator-modified Textus Receptus text and the resulting English version. This is a useful text for comparison for those with proficiency in Greek. Further, this edition of the text is fully morphologically tagged with the Logos Bible Software morphology; it also includes lemma (dictionary) forms and Strongs numbers for every word in the Greek text. |
| Copyright |
Copyright 2008 Logos Research Systems, Inc. |
| Support Info | scrmorph |
Loading…