The Future of Bible Study Is Here.
Loading…
You have not started any reading plans.
- More »
Sign in or register for a free account to set your preferred Bible and rate books.
6.1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως * ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, * φρεναπατᾷ ἑαυτόν* · 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7 μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ * ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ * ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν * ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον * ἵνα τῷ σταυρῷ τοῦ * Χριστοῦ * μὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ * περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται * κἀγὼ κόσμῳ. 15 * οὔτε γὰρ* περιτομή τί * ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα * τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
|
About The Greek New Testament: SBL EditionThe Greek New Testament: SBL Edition (SBLGNT), is a new edition of the Greek New Testament. Produced by the Society of Biblical Literature in association with Logos Bible Software and edited by Michael W. Holmes, the SBLGNT offers a widely available, critically edited and generously licensed edition of the Greek New Testament for use in academic contexts and personal study. This Logos Bible Software edition is fully morphologically tagged, including Louw-Nida annotation reference and English glosses. The accompanying apparatus details where other major editions of the Greek New Testament agree and disagree with the SBLGNT. Using these annotations, most readings in most modern translations of the New Testament are accounted for, providing a solid foundation not only for examining textual variations but also for preaching and exegesis. |
| Copyright |
Greek New Testament and Apparatus Copyright 2010 by Lexham Press and the Society of Biblical Literature. |
| Support Info | sblgnt |