Loading…

23  Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλάτον. 2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομενN διαστρέφοντα τὸ ἔθνος,N καὶ κωλύοντα ΚαίσαριN φόρους διδόναι, λέγονταN ἑαυτὸν χριστὸν βασιλέα εἶναι. 3 Ὁ δὲ Πιλάτος ἐπηρώτησενN αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. 4 Ὁ δὲ Πιλάτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενοςN ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλάτος δὲ ἀκούσας ΓαλιλαίανN ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ θέλωνN ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰN περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν ὁN Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸνN ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι ὅ τε ΠιλάτοςN καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.N

13 Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲνN εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ· 15 ἀλλʼ οὐδὲ Ἡρῴδης· ἀνέπεμψαN γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.N 18 ἈνέκραξανN δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·N 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένοςN εἰς φυλακήν. 20 Πάλιν οὖνN ὁ Πιλάτος προσεφώνησεν,N θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, Σταύρωσον,N σταύρωσον αὐτόν. 22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶN τῶν ἀρχιερέων. 24 N δὲ Πιλάτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴνN φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ΣίμωνόςN τινος Κυρηναίου ἐρχομένου ἀπʼ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.

27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶN ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς ὁN Ἰησοῦς εἶπεν, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ, πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαιN αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.N 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐφʼ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι δύοN κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.

33 Καὶ ὅτε ἀπῆλθονN ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 N δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.N Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.N 35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺνN αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστός, ὁN τοῦ θεοῦ ἐκλεκτός. 36 ἘνέπαιζονN δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶN ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένηN ἐπʼ αὐτῷ γράμμασινN Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.N

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, λέγων, ΕἰN σὺ εἶ ὁ χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμαN αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 Καὶ ἔλεγεν τᾠN Ἰησοῦ, Μνήσθητί μου, κύριε,N ὅταν ἔλθῃς ἐνN τῃ βασιλείᾳ σου. 43 Καὶ εἶπεν αὐτῷ ὁN Ἰησοῦς, Ἀμὴν λέγωN σοι, σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

44 ἮνN δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 45 ΚαὶN ἐσκοτίσθη ὁ ἥλιος, καὶN ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παραθήσομαιN τὸ πνεῦμά μου· καὶN ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχοςN τὸ γενόμενον, ἐδόξασενN τὸν θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντεςN τὰ γενόμενα, τύπτοντες ἑαυτῶνN τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦN μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαιN αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,Nνὴρ ἀγαθὸς καὶ δίκαιος - 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς καὶN προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ· 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼνN αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸN ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπωN οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν Παρασκευή,N σάββατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ γυναῖκες,N αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷN ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Byz

About The New Testament in the Original Greek: Byzantine Textform 2005

The Robinson/Pierpont Byzantine Greek New Testament with complete parsing information and lemmas for all Greek words.

The Byzantine Textform represents the texttype reflected among the vast majority of extant manuscripts. It is from this family of Byzantine texts that the early printed Greek New Testaments ("Textus Receptus" editions) and early English versions such as the Bishop's, Geneva, Coverdale, and King James Version derive, as well as the early European versions such as that of Luther and the Dutch Staten Vertaling.

This 2005 edition of the Byzantine Textform includes variant readings from within the Byzantine tradition and variants found in the NA27 and UBS4 modern critical editions.

Support Info

byzprsd

Table of Contents