Loading…

10  Οὐ θέλω δὲN ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντοN ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ βρῶμαN πνευματικὸν ἔφαγον, 4 καὶ πάντες τὸ αὐτὸ πόμαN πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲN πέτρα ἦν ὁ χριστός. 5 Ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. 6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν,N καὶ ἀνέστησαν παίζειν. 8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσονN ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 Μηδὲ ἐκπειράζωμεν τὸν χριστόν, καθὼς καίN τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.N 10 Μηδὲ γογγύζετε, καθὼςN καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 Ταῦτα δὲ πάνταN τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.N 12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. 13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶςN ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.N 15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνίαN τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν; 17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶN οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 Τί οὖν φημι; Ὅτι εἴδωλόνN τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόνN τί ἐστιν; 20 Ἀλλʼ ὅτι ἃ θύειN τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ θεῷ· οὐN θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 Οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν;

23 Πάντα μοιN ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. 24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.N 25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 Τοῦ γὰρN κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 Εἰ δέN τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόνN ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· ΤοῦN γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵναN τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 Ἀπρόσκοποι γίνεσθεN καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον,N ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Byz

About The New Testament in the Original Greek: Byzantine Textform 2005

The Robinson/Pierpont Byzantine Greek New Testament with complete parsing information and lemmas for all Greek words.

The Byzantine Textform represents the texttype reflected among the vast majority of extant manuscripts. It is from this family of Byzantine texts that the early printed Greek New Testaments ("Textus Receptus" editions) and early English versions such as the Bishop's, Geneva, Coverdale, and King James Version derive, as well as the early European versions such as that of Luther and the Dutch Staten Vertaling.

This 2005 edition of the Byzantine Textform includes variant readings from within the Byzantine tradition and variants found in the NA27 and UBS4 modern critical editions.

Support Info

byzprsd

Table of Contents