The Future of Bible Study Is Here.
Mark 8
1 Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου1 ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς2 τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς,
2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη ἡμέρας3 τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ4 αὐτῶν5 μακρόθεν ἥκασι.
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;
5 καὶ ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά.
6 καὶ παρήγγειλε6 τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας7 εἶπε παραθεῖναι καὶ αὐτά8.
8 ἔφαγον δέ, 9καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ἦσαν δὲ οἱ φαγόντες10 ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; 11ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν12 εἰς τὸ πλοῖον, 13ἀπῆλθεν εἰς τὸ πέραν.
14 Καὶ ἐπελάθοντο οἱ μαθηταὶ14 λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρώδου.
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν15.
17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε, οὐδὲ συνίετε; ἔτι16 πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα.
20 Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον, 17Ἑπτά.
21 καὶ ἔλεγεν αὐτοῖς, Πῶς18 οὐ19 συνίετε;
22 Καὶ ἔρχεται20 εἰς Βηθσαϊδά. καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν21 αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει22;
24 καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους 23ὡς δένδρα 24περιπατοῦντας.
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν αναβλέψαι25 καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε26 τηλαυγῶς ἅπαντας27.
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν28 οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ29.
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οἱ δὲ ἀπεκρίθησαν, 30Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα31 τῶν προφητῶν.
29 καὶ αὐτὸς λέγει αὐτοῖς, 32Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ33 ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.
30 καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ34 τῶν πρεσβυτέρων καὶ 35ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.
33 ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, 36Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, Ὅστις37 θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος38 σώσει αὐτήν.
36 τί γὰρ ὠφελήσει39 ἄνθρωπον, ἐὰν κερδήσῃ40 τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ41 τὴν ψυχὴν αὐτοῦ;
37 ἢ τί δώσει42 ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
1 | πάλιν πολλοῦ |
2 | om. ὁ Ἰησοῦς |
3 | ἡμέραι |
4 | καί τινες |
5 | add ἀπὸ |
6 | παραγγέλλει |
7 | παραγγέλλει |
8 | καὶ ταῦτα παρατιθέναι |
9 | καὶ ἔφαγον |
10 | om. οἱ γαγότες |
11 | ζητεῖ σημεῖον |
12 | πάλιν ἐμβὰς |
13 | om. εἰς τὸ πλοῖν |
14 | om. οἱ μαθηταὶ |
15 | Marg. ἒχουσι |
16 | om. ἔτι |
17 | καὶ λεγουσιν αὐτῷ |
18 | om. Πῶς |
19 | Οὔπω |
20 | ἔρχονται |
21 | ἐξήνεγκεν |
22 | βλέπεις |
23 | add , ὅτι |
24 | add ὀρως |
25 | διέβλεψεν, |
26 | ἐνέβλεπεν |
27 | ἅπαντα |
28 | om. τὸν |
29 | om. , μηδὲ εἴπης to end of verse |
30 | εἶπον αὐτῶν λεγοντες |
31 | ὅτι Εἶς |
32 | ἐπηρώτα αὐτούς· |
33 | om. δὲ |
34 | ὑπὸ |
35 | add τῶν |
36 | λέγει |
37 | Εἴ τις |
38 | Εἲ τις |
39 | ὠφελεῖ |
40 | κερδῆσαι |
41 | ζημιωθῆναι |
42 | τί γὰρ δοῖ |
Sign Up to Use Our
Free Bible Study Tools
By registering for an account, you agree to Logos’ Terms of Service and Privacy Policy.
|
Sign up for the Verse of the Day
Get beautiful Bible art delivered to your inbox. We’ll send you a new verse every day to download or share.