Get the #1 Bible app for transformative study, preaching, and teaching.
Mark 4:1–9
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνήχθη1 πρὸς αὐτὸν ὄχλος πολύς, 2ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον3 καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν4.
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ5 καὶ κατέφαγεν αὐτό.
5 ἄλλο δὲ6 ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6 ἡλίου δὲ ἀνατείλαντος7 ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7 καὶ ἄλλο8 ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.
8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, 9καὶ ἔφερεν ἓν10 τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.
| 1 | συνάγεται |
| 2 | πλεῖστος |
| 3 | εἰς πλοῖον ἐμβάντα |
| 4 | ἦσαν |
| 5 | om. τοῦ οὐρανοῦ |
| 6 | καὶ ἄλλο |
| 7 | καὶ ὅτε ἀνέτείλαντος ὁ ἡλίος |
| 8 | ἄλλα |
| 9 | αὐξανόμενα, |
| 10 | εἰς |
| 11 | om. αὐτοῖς |
| 12 | Ὅς ἔχει |
Sign Up to Use Our
Free Bible Study Tools
|
By registering for an account, you agree to Logos’ Terms of Service and Privacy Policy.
|