The Future of Bible Study Is Here.
Mark 4
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνήχθη1 πρὸς αὐτὸν ὄχλος πολύς, 2ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον3 καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν4.
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ5 καὶ κατέφαγεν αὐτό.
5 ἄλλο δὲ6 ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6 ἡλίου δὲ ἀνατείλαντος7 ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7 καὶ ἄλλο8 ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.
8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, 9καὶ ἔφερεν ἓν10 τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.
9 καὶ ἔλεγεν αὐτοῖς, 11Ὁ ἔχων12 ὦτα ἀκούειν, ἀκουέτω.
10 Ὅτε δὲ13 ἐγένετο καταμόνας, ἠρώτησαν14 αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν15.
11 καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον16 τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται·
12 ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα17.
13 καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14 ὁ σπείρων τὸν λόγον σπείρει.
15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν18.
16 καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον, εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται.
18 καὶ οὑτοί19 εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, 20οἱ τὸν λόγον ἀκούοντες21,
19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, 22καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
20 καὶ οὗτοί23 εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἓν24 τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.
21 Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ25;
22 οὐ γάρ ἐστι τί κρυπτόν, ὅ26 ἐὰν μὴ27 φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλʼ ἵνα εἰς φανερὸν ἔλθῃ.
23 εἰ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
24 καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν28.
25 ὅς γὰρ ἂν ἔχῃ, 29δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν30 ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28 αὐτομάτη γὰρ31 ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
29 ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 Καὶ ἔλεγε, Τίνι32 ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποὶᾳ παραβολῇ παραβάλωμεν αὐτήν33;
31 ὡς κόκκῳ σινάπεως, ὃς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος34 πάντων τῶν σπερμάτων ἐστὶ35 τῶν ἐπὶ τῆς γῆς·
32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, 36 καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατʼ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ37 ἐπέλυε πάντα.
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν.
36 καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. καὶ ἄλλα δὲ38 πλοιάρια39 ἦν μετʼ αὐτοῦ.
37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ40 κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι41.
38 καὶ ἦν αὐτὸς42 ἐπὶ43 τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν44 αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39 καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40 καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε; οὕτω; πῶς οὐκ45 ἔχετε πίστιν;
41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
1 | συνάγεται |
2 | πλεῖστος |
3 | εἰς πλοῖον ἐμβάντα |
4 | ἦσαν |
5 | om. τοῦ οὐρανοῦ |
6 | καὶ ἄλλο |
7 | καὶ ὅτε ἀνέτείλαντος ὁ ἡλίος |
8 | ἄλλα |
9 | αὐξανόμενα, |
10 | εἰς |
11 | om. αὐτοῖς |
12 | Ὅς ἔχει |
13 | Καὶ ̔́οτε |
14 | ἠρώτων |
15 | τὰς παραβολής |
16 | τὸ μυστήριον δέδοται |
17 | om. τὰ ἁμαρτήματα |
18 | εἰς αὐτούς. |
19 | ἄλλοι |
20 | οὗτοί εἰσιν |
21 | ἀκούσαντες,
|
22 | om. τούτου |
23 | ἐκεῖνοί |
24 | ἐν |
25 | τεθῇ |
26 | om. ὅ |
27 | ἱνα |
28 | om. τοῖς ἀκούουσιν |
29 | ἔχει, |
30 | om. ἐὰν |
31 | om. γὰρ |
32 | Πῶς |
33 | τίνι αὐτήν παραβολῆ θῶμεν |
34 | μικρότερον ὂν |
35 | om. ἐστὶ (...γῆς.) |
36 | μεῖζον πάντων τῶν λαχάνων |
37 | ἰδίοις μαθηταῖς |
38 | om. δὲ |
39 | πλοῖα |
40 | καὶ τὰ |
41 | ἤδη γεμίζεσθαι τὸ πλοῖον. |
42 | αὐτὸς ἦν |
43 | ἐν |
44 | ἐγείρουσιν |
45 | ; οὔπω |
Sign Up to Use Our
Free Bible Study Tools
By registering for an account, you agree to Logos’ Terms of Service and Privacy Policy.
|
Sign up for the Verse of the Day
Get beautiful Bible art delivered to your inbox. We’ll send you a new verse every day to download or share.