The Future of Bible Study Is Here.
Mark 2
1 Καὶ πάλιν εἰσῆλθεν1 εἰς Καπερναοὺμ διʼ ἡμερῶν· καὶ2 ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2 καὶ εὐθέως3 συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικὸν φέροντες, 4αἰρόμενον ὑπὸ τεσσάρων.
4 καὶ μὴ δυνάμενοι προσεγγίσαι5 αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον ἐφʼ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 ἰδὼν δὲ6 ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνται σοι αἱ ἁμαρτίαι σου7.
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7 Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; 8τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;
8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν9 αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι10 αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, καὶ ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει;
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς11 ἁμαρτίας ( λέγει τῷ παραλυτικῷ),
11 Σοὶ λέγω, ἔγειραι καὶ12 ἆρον τὸν κράββατον σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 καὶ ἠγέρθη εὐθέως, καὶ13 ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 καὶ ἐγένετο ἐν τῷ14 κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν15 αὐτῷ.
16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, 16ἰδόντες αὐτὸν ἐσθίοντα17 μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, 18ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί19 ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει20;
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλʼ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν21.
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων22 νηστεύοντες· καὶ ἔρχονται, καὶ λέγουσιν αὐτῷ, Διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ 23τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθʼ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς24.
21 καὶ25 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· 26εἰ δὲ μή, αἴρει τὸ πλήρωμα27 αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει28 ὁ οἶνος ὁ νέος29 τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί ἀπολοῦνται· 30 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον31.
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι32 διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν33 τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
25 καὶ αὐτὸς34 ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ35 ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
27 καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, 36οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
1 | εἰσελθὼν πάλιν |
2 | om. καὶ |
3 | om. εὐθέως |
4 | φέροντες πρὸς αὐτὸν, παραλυτικὸν |
5 | Marg. προσενέγκαι |
6 | Καὶ ijdwVn |
7 | σου αἱ ἁμαρτίαι |
8 | ; Βλασφημεῖ· |
9 | λέγει |
10 | σου |
11 | ἐπὶ τῆς γῆς ἀφιέναι |
12 | om. καὶ |
13 | , καὶ εὐθὺς |
14 | om. ἐν τὦ |
15 | ἠκολούθουν |
16 | καὶ τῶν Φαρισαιων Text, not marg. |
17 | ὅτι ἐσθίει |
18 | ἁμαρτωλῶν καὶ τελωνῶν |
19 | om. Τί (marg. Ὅτι) |
20 | marg. om. καὶ πίνει |
21 | Om. εἰς μετάνοιαν |
22 | Φαρισαῖοι |
23 | Add μαθηταὶ |
24 | ἐκείνῃ τῇ ἡμέρᾳ. |
25 | om. καὶ |
26 | ἱμάτίον παλαιόν |
27 | add ἀπ’ (aujtou’,) |
28 | ῥήξει |
29 | om. ὁ νέος |
30 | ἀπόλοῦνται, καὶ οἱ ἀσκοί. |
31 | om. βλητέον |
32 | αὐτὸν ἐν τοῖς σάββασιν |
33 | om. ἐν |
34 | om. αὐτός |
35 | om. τοῦ text, not marg. |
36 | Add καὶ |
Sign Up to Use Our
Free Bible Study Tools
By registering for an account, you agree to Logos’ Terms of Service and Privacy Policy.
|
Sign up for the Verse of the Day
Get beautiful Bible art delivered to your inbox. We’ll send you a new verse every day to download or share.