Loading…

Mark 13

13.1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ * Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ * ὧδε λίθος ἐπὶ * λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ * ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ * ταῦτα συντελεῖσθαι πάντα* . 5 ὁ δὲ Ἰησοῦς * ἤρξατο λέγειν αὐτοῖς* · Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 6 * πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ * ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· * δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, * ἔσονται σεισμοὶ κατὰ τόπους, * ἔσονται * λιμοί· * ἀρχὴ ὠδίνων ταῦτα. 9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· * παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη * πρῶτον δεῖ* κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 * καὶ ὅταν* * ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί * λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 * καὶ παραδώσει* ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως * ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 * ὁ ἐπὶ τοῦ δώματος μὴ * καταβάτω μηδὲ εἰσελθάτω * τι ἆραι* ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν * ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ * γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως * ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ * ἐκολόβωσεν κύριος* τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 * καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· * Ἴδε ὧδε ὁ * χριστός, * Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ * δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· * προείρηκα ὑμῖν πάντα. 24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες * ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες* , καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς * ἀγγέλους καὶ ἐπισυνάξει τοὺς * ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν * ἤδη ὁ κλάδος αὐτῆς* ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν * ἴδητε ταῦτα* γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ * ταῦτα πάντα* γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ * παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ * μὴ * παρελεύσονται. 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ * τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι * ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε * ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, * ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, * ἢ ὀψὲ ἢ * μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 * ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Read more Explain verse



A service of Logos Bible Software