Logos Bible Study

Mark 11:29–33

The Greek New Testament: SBL EditionOther versions

Greek

Arabic

Czech

English

French

German

Hungarian

Italian

Korean

Latin

Portuguese

Russian

Simplified Chinese

Spanish

Traditional Chinese

29ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;—ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν. 33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Read in Logos