The Future of Bible Study Is Here.
Acts 18
1 Μετὰ δὲ1 ταῦτα χωρισθεὶς ὁ Παῦλος2 ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ3 τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·
3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρʼ αὐτοῖς καὶ εἰργάζετο· 4ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην5.
4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι6 ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις7 τὸν Χριστὸν, Ἰησοῦν.
6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι8 Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 εἶπε δὲ ὁ Κύριος διʼ ὁράματος ἐν νυκτὶ9 τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς·
10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11 ἐκάθισέ τε10 ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12 Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 λέγοντες, ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει11 τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν οὖν12 ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν·
15 εἰ δὲ ζήτημά13 ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ14 ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες15 Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
19 κατήντησε16 δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις.
20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρʼ αὐτοῖς, 17οὐκ ἐπένευσεν·
21 ἀλλʼ ἀπετάξατο αὐτοῖς, 18εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἰεροσόλυμα· 19 πάλιν δὲ20 ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. καὶ21 ἀνήχθη ἀπὸ τῆς Ἐφέσου·
22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
23 καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων22 πάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς·
25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, 23ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, 24προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν.
27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος·
28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς25 διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
| 1 | om. δὲ |
| 2 | om. ὁ Παῦλος |
| 3 | ἀπὸ |
| 4 | (, καὶ) ἠργάζοντο |
| 5 | τῇ τέχνῃ |
| 6 | λόγῳ |
| 7 | add εἶνα |
| 8 | add Τίτον |
| 9 | ἐν νυκτὶ δι’ ὁράματος |
| 10 | (-ει) δὲ |
| 11 | ἀναπείθει οὗτος |
| 12 | om. οὖν |
| 13 | ζητήματά |
| 14 | om. γὰρ |
| 15 | om. οἱ Ἕλληνες |
| 16 | κατήντησαν |
| 17 | παρ’ αὑτοῖς |
| 18 | ἀλλὰ ἀποτάμενος καὶ |
| 19 | om. Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομενην ποιῆσαι εἰς Ἰεροσόλυμα |
| 20 | (Πάλιν) om. δὲ |
| 21 | (θε͂λοντος,) om. καὶ |
| 22 | στηρίζων |
| 23 | Ἰησοῦ |
| 24 | Πρίσκιλλα καὶ Ἀρύλας |
| 25 | (Marg. ,δημοσίᾳ ἐπιδεικνὺς) |
Sign Up to Use Our
Free Bible Study Tools
|
By registering for an account, you agree to Logos’ Terms of Service and Privacy Policy.
|