Loading…

Mark 9:2–9

2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον * καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ * ἐγένετο στίλβοντα λευκὰ * λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται * οὕτως λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν * τρεῖς σκηνάς* , σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί * ἀποκριθῇ, * ἔκφοβοι γὰρ ἐγένοντο* . 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ * ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, * ἀκούετε αὐτοῦ* . 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον * ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν* .

9 * Καὶ καταβαινόντων* αὐτῶν * ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ * ἃ εἶδον διηγήσωνται* , εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Read more Explain verse



A service of Logos Bible Software