Loading…
The Greek New Testament: SBL Edition

Matthew 24:36–44

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. 37 ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Read More


36 οὐδὲ ὁ υἱός WH NA28 ] Treg RP

πατὴρ WH Treg NA28 ] + μου RP

37 γὰρ WH Treg NA28 ] δὲ RP

ἔσται WH Treg NA28 ] + καὶ RP

38 ὡς WH Treg NA28 ] Ὥσπερ RP

ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA28

γαμίζοντες WH NA28 ] ἐκγαμίζοντες Treg RP

39 καὶ RP NA28 ] WH Treg NIV

40 δύο ἔσονται Treg NA28 RP ] ἔσονται δύο WH

εἷς WH Treg NA28 ] ὁ εἷς RP

εἷς WH Treg NA28 ] ὁ εἷς RP

41 μύλῳ WH Treg NA28 ] μύλωνι RP

42 ἡμέρᾳ WH Treg NA28 ] ὥρᾳ RP

44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NA28 ] ὥρᾳ οὐ δοκεῖτε RP