Loading…
The Greek New Testament: SBL Edition

Matthew 21:23–32

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Read More


23 ἐλθόντος αὐτοῦ WH Treg NA28 ] ἐλθόντι αὐτῷ RP

25 τὸ WH Treg NA28 ] RP

ἐν WH Treg NA28 ] παρʼ RP

26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NA28 ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP

28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NA28 RP

ἀμπελῶνι WH Treg NA28 ] + μου RP

29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NA28 RP ] Ἐγώ κύριε καὶ οὐκ WH

30 προσελθὼν δὲ WH Treg NA28 ] Καὶ προσελθὼν RP

δευτέρῳ WH Treg RP ] ἑτέρῳ NA28

Ἐγώ κύριε καὶ οὐκ Treg NA28 RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH

31 λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP

πρῶτος NA28 RP ] ὕστερος WH Treg

32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NA28 ] πρὸς ὑμᾶς Ἰωάννης RP

οὐδὲ WH Treg NA28 ] οὐ RP