Loading…
The Greek New Testament: SBL Edition

Matthew 13:44–52

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· Ναί. 52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

Read More


44 Ὁμοία WH Treg NA28 ] Πάλιν ὁμοία RP

πωλεῖ πάντα ὅσα ἔχει Treg NA28 ] πωλεῖ ὅσα ἔχει WH; πάντα ὅσα ἔχει πωλεῖ RP

45 ἀνθρώπῳ Treg NA28 RP ] WH

46 εὑρὼν δὲ WH Treg NA28 ] ὃς εὑρὼν RP

48 ἄγγη WH Treg NA28 ] ἀγγεῖα RP

51 Συνήκατε WH Treg NA28 ] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Συνήκατε NIV RP

Ναί WH Treg NA28 ] + κύριε RP

52 τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP