Loading…
The Greek New Testament: SBL Edition

Mark 7:14–23

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

14 Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· Ἀκούσατέ μου πάντες καὶ σύνετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.

17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— καθαρίζων πάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

Read More


14 πάλιν WH Treg NA28 ] πάντα RP

Ἀκούσατέ WH Treg NA28 ] Ἀκούετέ RP

σύνετε WH Treg NA28 ] συνίετε RP

15 κοινῶσαι αὐτόν WH NA28 ] αὐτὸν κοινῶσαι Treg RP

ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NA28 ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπʼ αὐτοῦ ἐκεῖνά RP

ἄνθρωπον WH NA28 ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP

17 εἰς WH Treg RP NA28 ] + τὸν NIV

τὴν παραβολήν WH Treg NA28 ] περὶ τῆς παραβολῆς RP

19 καθαρίζων WH Treg NA28 ] καθαρίζον RP

21–22 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NA28 ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP