Loading…
The Greek New Testament: SBL Edition

Mark 4:26–34

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

30 Καὶ ἔλεγεν· Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

Read More


26 ὡς WH Treg NA28 ] + ἐὰν RP

27 βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RP

28 αὐτομάτη WH Treg NA28 ] + γὰρ RP

εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH

πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg

29 παραδοῖ WH Treg NA28 ] παραδῷ RP

εὐθὺς WH Treg NA28 ] εὐθέως RP

30 Πῶς WH Treg NA28 ] Τίνι RP

τίνι WH Treg NA28 ] ποίᾳ RP

αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP

31 κόκκῳ WH NA28 ] κόκκον Treg RP

μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP

σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP

32 μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP

34 ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP