Loading…
The Greek New Testament: SBL Edition

Mark 13:1–13

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα. 5 ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 6 πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. 9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Read More


13:2 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP

ὧδε WH Treg NA28 ] RP

λίθον WH Treg NA28 ] λίθῷ RP

3 ἐπηρώτα WH Treg NA28 ] ἐπηρώτων RP

4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NA28 ] πάντα ταῦτα συντελεῖσθαι RP

5 ἤρξατο λέγειν αὐτοῖς WH Treg NA28 ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP

6 πολλοὶ WH NA28 ] + γὰρ Treg RP

7 ἀκούσητε WH NA28 RP ] ἀκούετε Treg

δεῖ WH NA28 ] + γὰρ Treg RP

8 ἔσονται WH Treg NA28 ] καὶ ἔσονται RP

ἔσονται WH NA28 ] καὶ ἔσονται Treg RP

λιμοί WH Treg NA28 ] + καὶ ταραχαί RP

ἀρχὴ WH Treg NA28 ] ἀρχαὶ RP

9 παραδώσουσιν WH NA28 ] + γὰρ Treg RP

10 πρῶτον δεῖ WH Treg NA28 ] δεῖ πρῶτον RP

11 καὶ ὅταν WH Treg NA28 ] Ὅταν δὲ RP

ἄγωσιν WH Treg NA28 ] ἀγάγωσιν RP

λαλήσητε WH Treg NA28 ] + μηδὲ μελετᾶτε RP

12 καὶ παραδώσει WH Treg NA28 ] Παραδώσει δὲ RP