Loading…
The Greek New Testament: SBL Edition

Mark 10:23–31

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.

28 Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι. 29 ἔφη ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.

Read More


24 ἐστιν WH NA28 ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP

25 τῆς τρυμαλιᾶς τῆς NA28 RP ] τρυμαλιᾶς WH Treg

διελθεῖν WH Treg NA28 ] εἰσελθεῖν RP

26 ἑαυτούς Treg NA28 RP ] αὐτόν WH

27 ἐμβλέψας WH Treg NA28 ] + δὲ RP

δυνατὰ WH Treg NA28 ] + ἐστιν RP

28 λέγειν ὁ Πέτρος WH NA28 ] ὁ Πέτρος λέγειν Treg RP

ἠκολουθήκαμέν WH Treg NA28 ] ἠκολουθήσαμέν RP

29 ἔφη ὁ Ἰησοῦς WH NA28 ] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP

μητέρα ἢ πατέρα WH Treg NA28 ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP

30 μητέρας WH NA28 RP ] μητέρα Treg

31 οἱ WH Treg NA28 ] RP