Loading…

Mark 1:1–8

Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ * χριστοῦ. 2 * Καθὼς γέγραπται ἐν * τῷ Ἠσαΐᾳ τῷ προφήτῃ* · * Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν * σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης * ὁ βαπτίζων ἐν τῇ * ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται * πάντες, καὶ ἐβαπτίζοντο* * ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ* ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 * καὶ ἦν* ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· 8 * ἐγὼ ἐβάπτισα * ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς * ἐν πνεύματι ἁγίῳ.

Read more Explain verse



A service of Logos Bible Software