Loading…
The Greek New Testament: SBL Edition

Luke 24:44–53

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

44 Εἶπεν δὲ πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν [καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.

Read More


44 πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP

μου WH Treg NA28 ] RP

καὶ RP ] + τοῖς WH Treg NA28

46 γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP

47 καὶ Treg NIV RP ] εἰς WH NA28

ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP

48 ἐστε Treg ] WH NA28; δέ ἐστε RP

49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP

πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP

ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP

50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28

πρὸς WH Treg NA28 ] εἰς RP

51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] WH

52 προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] WH

53 εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP

θεόν WH Treg NA28 ] + Ἀμήν RP