Loading…

Luke 24:1–12

τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως * ἐπὶ τὸ μνῆμα ἦλθον* φέρουσαι ἃ ἡτοίμασαν * ἀρώματα. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 * εἰσελθοῦσαι δὲ* οὐχ εὗρον τὸ * σῶμα. 4 καὶ ἐγένετο ἐν τῷ * ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν * ἐσθῆτι ἀστραπτούσῃ* . 5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν * τὰ πρόσωπα* εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 * οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.* μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων * τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ* παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία * ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· * ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα * ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 * Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ * ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς * αὑτὸν θαυμάζων τὸ γεγονός.*

Read more Explain verse



A service of Logos Bible Software