Loading…

Novum Testamentum Graece (Tischendorf) is unavailable, but you can change that!

The Greek New Testament from Tischendorf's Novum Testamentum Graece, Editio Octavo Maior.

Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἄν τινας εὕρῃ ὄντας τῆς ὁδοῦ, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ: Σαοὺλ Σαούλ, τί με διώκεις; εἶπεν δέ: τίς εἶ, κύριε; ὁ δέ: ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις.
Acts 9