Loading…

19  ΜετὰB ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ, λεγόντων, Ἁλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμιςN καὶ ἡ δόξα τοῦ θεοῦ ἡμῶν· 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρενN τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸςB αὐτῆς. 3 Καὶ δεύτερον εἴρηκεν,N Ἁλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 Καὶ ἔπεσονBN οἱ πρεσβύτεροι οἱ εἴκοσιB τέσσαρες, καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τοῦBN θρόνου, λέγοντες, Ἀμήν· Ἁλληλούϊα. 5 Καὶ φωνὴ ἀπὸB τοῦ θρόνου ἐξῆλθεν, λέγουσα, Αἰνεῖτε τὸνN θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, καὶN οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. 6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντες,BN Ἁλληλούϊα· ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ἡμῶνN ὁ παντοκράτωρ. 7 Χαίρωμεν καὶ ἀγαλλιώμεθα,N καὶ δῶμεν τὴν δόξαν αὐτῷ· ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. 8 Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶN καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. 9 Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦB θεοῦ εἰσιν. 10 Καὶ ἔπεσαB ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦN Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.

11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον,N καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτόν, καλούμενοςN πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξN πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ὀνόματαN γεγραμμένα καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι· καὶ καλεῖταιBN τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ θεοῦ. 14 Καὶ τὰ στρατεύματα τὰBN ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶN ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομοςN ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

17 Καὶ εἶδον ἄγγελονBN ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν φωνῇN μεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸB μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπʼ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶνBN τε καὶ μεγάλων.

19 Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμονN μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ ὁBN μετʼ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴνN καιομένην ἐν θείῳ·B 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

Byz

About The New Testament in the Original Greek: Byzantine Textform 2005

The Robinson/Pierpont Byzantine Greek New Testament with complete parsing information and lemmas for all Greek words.

The Byzantine Textform represents the texttype reflected among the vast majority of extant manuscripts. It is from this family of Byzantine texts that the early printed Greek New Testaments ("Textus Receptus" editions) and early English versions such as the Bishop's, Geneva, Coverdale, and King James Version derive, as well as the early European versions such as that of Luther and the Dutch Staten Vertaling.

This 2005 edition of the Byzantine Textform includes variant readings from within the Byzantine tradition and variants found in the NA27 and UBS4 modern critical editions.

Support Info

byzprsd

Table of Contents