Loading…

5  Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους, ὡς ἀδελφούς· 2 πρεσβυτέρας, ὡς μητέρας· νεωτέρας, ὡς ἀδελφάς, ἐν πάσῃ ἁγνείᾳ. 3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. 5 Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόνN θεόν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. 6 Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. 7 Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοιN ὦσιν. 8 Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶνN οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. 9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. 11 Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ, γαμεῖν θέλουσιν, 12 ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. 13 Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14 Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. 15 Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16 Εἴ τις πιστὸςN ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.

17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18 Λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. 19 Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. 21 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ κυρίουN Ἰησοῦ χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.N 22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. 23 Μηκέτι ὑδροπότει, ἀλλʼN οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχον σουN καὶ τὰς πυκνάς σοῦ ἀσθενείας. 24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν· τισὶν δὲ καὶ ἐπακολουθοῦσιν. 25 Ὡσαύτως καὶ τὰ καλὰN ἔργα πρόδηλα ἐστίν· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.

Byz

About The New Testament in the Original Greek: Byzantine Textform 2005

The Robinson/Pierpont Byzantine Greek New Testament with complete parsing information and lemmas for all Greek words.

The Byzantine Textform represents the texttype reflected among the vast majority of extant manuscripts. It is from this family of Byzantine texts that the early printed Greek New Testaments ("Textus Receptus" editions) and early English versions such as the Bishop's, Geneva, Coverdale, and King James Version derive, as well as the early European versions such as that of Luther and the Dutch Staten Vertaling.

This 2005 edition of the Byzantine Textform includes variant readings from within the Byzantine tradition and variants found in the NA27 and UBS4 modern critical editions.

Support Info

byzprsd

Table of Contents