καὶ οὕτως ἴδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις: καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
Revelation 9:17