Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν: κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. εἶπεν δὲ αὐτοῖς: ὅταν προσεύχησθε, λέγετε: πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου: ἐλθάτω ἡ βασιλεία σου: τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν: καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν: καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.
Καὶ εἶπεν πρὸς αὐτούς: τίς ἐξ...
Luke 11