Loading…
The Greek New Testament: SBL Edition

Matthew 3:13–17

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. 14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Read More


14 Ἰωάννης Treg NA28 RP ] WH

15 πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH

16 βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP

εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP

ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28

πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP

περιστερὰν WH ] + καὶ Treg NA28 RP