Loading…
The Greek New Testament: SBL Edition

Mark 9:2–9

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι γὰρ ἐγένοντο. 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν.

9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Read More


2 καὶ WH Treg RP ] + τὸν NA28

3 ἐγένετο WH NA28 ] ἐγένοντο Treg RP

λίαν WH Treg NA28 ] + ὡς χιών RP

οὕτως WH Treg NA28 ] RP

5 τρεῖς σκηνάς WH Treg NA28 ] σκηνὰς τρεῖς RP

6 ἀποκριθῇ WH Treg NA28 ] λαλήσει RP

ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NA28 ] ἦσαν γὰρ ἔκφοβοι RP

7 ἐγένετο WH NA28 ] ἦλθεν Treg RP

ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP

8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν Treg NA28 RP ] μεθʼ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH

9 Καὶ καταβαινόντων WH Treg NA28 ] Καταβαινόντων δὲ RP

ἐκ WH NA28 ] ἀπὸ Treg RP

ἃ εἶδον διηγήσωνται WH Treg NA28 ] διηγήσωνται ἃ εἶδον RP