Loading…
The Greek New Testament: SBL Edition

Mark 9:14–29

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. 15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν αὐτούς· Τί συζητεῖτε πρὸς αὑτούς; 17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατʼ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.

Read More


14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NA28 ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP

πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP

15 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NA28 ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP

16 αὐτούς WH Treg NA28 ] τοῦς γραμματεῖς RP

αὑτούς Holmes ] αὐτούς WH Treg NA28 RP

17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NA28 ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP

18 ἐὰν WH Treg NA28 ] ἂν RP

ὀδόντας WH Treg NA28 ] + αὐτοῦ RP

19 αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP

20 τὸ πνεῦμα εὐθὺς WH Treg NA28 ] εὐθέως τὸ πνεῦμα RP

συνεσπάραξεν WH NA28 ] ἐσπάραξεν Treg RP

21 Ἐκ WH Treg NA28 ] RP

22 καὶ εἰς πῦρ αὐτὸν WH NA28 ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP

δύνῃ WH Treg NA28 ] δύνασαι RP

23 δύνῃ WH Treg NA28 ] δύνασαι πιστεῦσαι RP

24 εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP

παιδίου WH Treg NA28 ] + μετὰ δακρύων RP

Πιστεύω WH Treg NA28 ] + κύριε RP

25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NA28 ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP

ἐπιτάσσω σοι WH Treg NA28 ] σοι ἐπιτάσσω RP

26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NA28 ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP

τοὺς WH Treg NA28 ] RP

27 τῆς χειρὸς αὐτοῦ WH Treg NA28 ] αὐτὸν τῆς χειρός RP

28 εἰσελθόντος αὐτοῦ WH Treg NA28 ] εἰσελθόντα αὐτὸν RP

κατʼ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NA28 ] ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν RP

29 προσευχῇ WH NA28 ] + καὶ νηστείᾳ Treg RP