Loading…
The Greek New Testament: SBL Edition

Mark 8:27–38

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν. 36 τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Read More


28 εἶπαν αὐτῷ λέγοντες WH NA28 ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP

ὅτι WH NA28 ] Treg RP

ὅτι εἷς WH Treg NA28 ] ἕνα RP

29 ἐπηρώτα αὐτούς WH Treg NA28 ] λέγει αὐτοῖς RP

ἀποκριθεὶς WH Treg NA28 ] + δὲ RP

31 ὑπὸ WH Treg NA28 ] ἀπὸ RP

32 ὁ Πέτρος αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ Πέτρος RP

33 Πέτρῳ WH Treg NA28 ] τῷ Πέτρῳ RP

καὶ λέγει WH Treg NA28 ] λέγων RP

34 Εἴ τις WH Treg NA28 ] Ὅστις RP

ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NA28 RP

35 ἐὰν WH Treg NA28 ] ἂν RP

ψυχὴν αὐτοῦ Treg NA28 RP ] ἑαυτοῦ ψυχὴν WH

ἀπολέσει WH Treg NA28 ] ἀπολέσῃ RP

ψυχὴν αὐτοῦ WH NA28 ] ἑαυτοῦ ψυχὴν Treg RP

σώσει WH Treg NA28 ] οὗτος σώσει RP

36 ὠφελεῖ WH NA28 ] ὠφελήσει Treg RP

ἄνθρωπον WH NA28 RP ] τὸν ἄνθρωπον Treg

κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NA28 ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP

37 τί γὰρ WH Treg NA28 ] Ἢ τί RP

δοῖ WH Treg NA28 ] δώσει RP