Loading…
The Greek New Testament: SBL Edition

Mark 7:24–37

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γὰρ καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ ἀλάλους λαλεῖν.

Read More


24 Ἐκεῖθεν δὲ WH NA28 ] Καὶ ἐκεῖθεν Treg RP

ὅρια WH Treg NA28 ] μεθόρια RP

Τύρου NA28 ] + καὶ Σιδῶνος WH Treg RP

25 ἀλλʼ εὐθὺς ἀκούσασα WH Treg NA28 ] Ἀκούσασα γὰρ RP

26 ἡ δὲ γυνὴ ἦν WH NA28 ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP

27 καὶ ἔλεγεν WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP

καλόν ἐστιν RP ] ἐστιν καλὸν WH Treg NA28

τοῖς κυναρίοις βαλεῖν WH Treg NA28 ] βαλεῖν τοῖς κυναρίοις RP

28 Κύριε NA28 ] Ναί κύριε WH Treg NIV RP

καὶ WH Treg NA28 ] + γὰρ NIV RP

ἐσθίουσιν WH Treg NA28 ] ἐσθίει RP

29 ἐκ … σου τὸ δαιμόνιον WH NA28 ] τὸ δαιμόνιον ἐκ … σου Treg RP

30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NA28 ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP

31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NA28 ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP

32 καὶ WH Treg NA28 ] RP

μογιλάλον WH NA28 ] μογγιλάλον Treg RP

35 καὶ WH Treg ] + εὐθέως NA28 RP

ἠνοίγησαν WH Treg NA28 ] διηνοίχθησαν RP

36 λέγωσιν WH Treg NA28 ] εἴπωσιν RP

αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NA28 ] αὐτὸς αὐτοῖς διεστέλλετο RP

37 καὶ WH Treg ] + τοὺς NA28 RP