Loading…
The Greek New Testament: SBL Edition

Mark 7:1–13

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους— 3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4 καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 δὲ εἶπεν αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· 7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· 8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.

9 Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε· 10 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί, 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Read More


7:2 ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NA28 ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP

τοὺς WH Treg NA28 ] RP

ἄρτους WH Treg NA28 ] + ἐμέμψαντο RP

4 ἀγορᾶς WH Treg RP NA28 ] + ὅταν ἔλθωσιν NIV

βαπτίσωνται Treg NA28 RP ] ῥαντίσωνται WH

καὶ κλινῶν Treg RP NA28 ] WH NIV

5 καὶ WH Treg NA28 ] Ἔπειτα RP

οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NA28 ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP

κοιναῖς WH Treg NA28 ] ἀνίπτοις RP

6 δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP

αὐτοῖς WH NA28 ] ὅτι Treg RP

ὅτι WH NA28 ] Treg RP

8 ἀφέντες WH Treg NA28 ] + γὰρ RP

ἀνθρώπων WH NA28 ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP

9 τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA28

12 οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP

πατρὶ WH Treg NA28 ] + αὐτοῦ RP

μητρί WH Treg NA28 ] + αὐτοῦ RP