Loading…
The Greek New Testament: SBL Edition

Mark 6:45–56

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν 55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.

Read More


45 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

εἰς τὸ πέραν WH Treg RP NA28 ] NIV

ἀπολύει WH Treg NA28 ] ἀπολύσῃ RP

48 ἰδὼν WH Treg NA28 ] εἶδεν RP

αὐτοῖς WH Treg NA28 ] + καὶ RP

49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA28 ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP

ὅτι φάντασμά ἐστιν WH NA28 ] φάντασμα εἶναι Treg RP

50 ὁ δὲ εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP

51 ἐκ περισσοῦ Treg NA28 RP ] WH

ἐξίσταντο WH Treg NA28 ] + καὶ ἐθαύμαζον RP

52 ἀλλʼ ἦν WH Treg NA28 ] ἦν γὰρ RP

53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NA28 ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP

54 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NA28 ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP

ὅτι WH NA28 ] + ἐκεῖ Treg RP

56 εἰς πόλεις ἢ εἰς WH Treg NA28 ] πόλεις ἢ RP

ἐτίθεσαν WH Treg NA28 ] ἐτίθουν RP

ἥψαντο WH Treg NA28 ] ἥπτοντο RP