Loading…
The Greek New Testament: SBL Edition

Mark 13:24–37

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Read More


25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NA28 ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP

27 ἀγγέλους WH Treg NA28 ] + αὐτοῦ RP

ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NA28 RP

28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NA28 ] αὐτῆς ἤδη ὁ κλάδος RP

29 ἴδητε ταῦτα WH Treg NA28 ] ταῦτα ἴδητε RP

30 ταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP

31 παρελεύσονται WH Treg NA28 ] παρελεύσεται RP

μὴ NA28 RP ] WH Treg

παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP

32 τῆς WH Treg NA28 ] RP

ἐν WH Treg NA28 ] οἱ ἐν RP

33 ἀγρυπνεῖτε WH NA28 ] + καὶ προσεύχεσθε Treg RP

34 ἑκάστῳ WH Treg NA28 ] καὶ ἑκάστῳ RP

35 WH Treg NA28 ] RP

μεσονύκτιον WH Treg NA28 ] μεσονυκτίου RP

37 WH Treg NA28 ] RP