Loading…
The Greek New Testament: SBL Edition

Mark 10:2–16

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

2 Καὶ ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπαν· Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, 12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά.

Read More


2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NA28 RP

ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP

4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NA28 ] Μωϋσῆς ἐπέτρεψεν RP

5 ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP

6 αὐτούς WH Treg NA28 ] + ὁ θεός RP

7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NA28 RP ] WH

10 εἰς τὴν οἰκίαν WH Treg NA28 ] ἐν τῇ οἰκίᾳ RP

περὶ τούτου WH Treg NA28 ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP

ἐπηρώτων WH NA28 ] ἐπηρώτησαν Treg RP

11 ἂν WH Treg NA28 ] ἐὰν RP

12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NA28 ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP

13 αὐτῶν ἅψηται WH NA28 ] ἅψηται αὐτῶν Treg RP

ἐπετίμησαν αὐτοῖς WH NA28 ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP

15 ἂν WH Treg NA28 ] ἐὰν RP

16 κατευλόγει τιθεὶς … αὐτά WH NA28 ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP