Loading…
The Greek New Testament: SBL Edition

Mark 1:9–15

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. 12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

Read More


9 εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NA28 ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP

10 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

ἐκ WH Treg NA28 ] ἀπὸ RP

ὡς WH Treg NA28 ] ὡσεὶ RP

εἰς WH Treg NA28 ] ἐπʼ RP

11 σοὶ WH Treg NA28 ] RP

13 ἦν WH Treg NA28 ] + ἐκεῖ RP

τεσσεράκοντα ἡμέρας WH Treg NA28 ] ἡμέρας τεσσεράκοντα RP

14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NA28 RP

εὐαγγέλιον WH Treg NA28 ] + τῆς βασιλείας RP