Loading…
The Greek New Testament: SBL Edition

Mark 1:29–39

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. 35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετʼ αὐτοῦ, 37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον. 39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

Read More


29 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

ἐξελθόντες ἦλθον WH NA28 RP ] ἐξελθὼν ἦλθεν Treg

30 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

31 χειρός WH NA28 ] + αὐτῆς Treg RP

πυρετός WH Treg NA28 ] + εὐθέως RP

32 ἔδυ NA28 RP ] ἔδυσεν WH Treg

33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NA28 ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP

34 αὐτόν Treg NA28 RP ] + χριστὸν εἶναι WH

36 κατεδίωξεν WH NA28 ] κατεδίωξαν Treg RP

Σίμων WH NA28 ] ὁ Σίμων Treg RP

37 εὗρον αὐτὸν καὶ WH Treg NA28 ] εὑρόντες αὐτὸν RP

ζητοῦσίν σε WH Treg NA28 ] σε ζητοῦσιν RP

38 ἀλλαχοῦ WH Treg NA28 ] RP

ἐξῆλθον WH Treg NA28 ] ἐξελήλυθα RP

39 ἦλθεν WH Treg NA28 ] ἦν RP

εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP