Loading…
The Greek New Testament: SBL Edition

Luke 4:1–13

Embed This Verse

Add this verse to your website by copying the code below. Customize

Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. 3 εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.

5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.

Read More


4:1 πλήρης πνεύματος ἁγίου WH Treg NA28 ] πνεύματος ἁγίου πλήρης RP

ἐν τῇ ἐρήμῳ WH Treg NA28 ] εἰς τήν ἐρήμον RP

2 αὐτῶν WH Treg NA28 ] + ὕστερον RP

3 εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP

4 πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28 Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP

WH Treg NA28 ] RP

ἄνθρωπος WH NA28 ] + ἀλλʼ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP

5 αὐτὸν WH Treg NA28 ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP

6 ἂν WH Treg ] ἐὰν NA28 RP

8 ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NA28 ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP

Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NA28 ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP

9 Ἤγαγεν δὲ WH Treg NA28 ] Καὶ ἤγαγεν RP

ἔστησεν WH NA28 ] + αὐτὸν Treg RP

11 ὅτι WH Treg NA28 ] RP