Loading…
Luke 24:44–53

44 Εἶπεν δὲ * πρὸς αὐτούς* · Οὗτοι οἱ λόγοι * μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως * καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως * γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν * καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη—* ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς * ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ * ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ * πόλει ἕως οὗ ἐνδύσησθε * ἐξ ὕψους δύναμιν* .

50 Ἐξήγαγεν δὲ αὐτοὺς * ἕως * πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν * [καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]* . 52 καὶ αὐτοὶ * [προσκυνήσαντες αὐτὸν]* ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ * εὐλογοῦντες τὸν * θεόν.

Read more