Loading…

Luke 17:1–10

Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς * αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ * τὰ σκάνδαλα μὴ ἐλθεῖν* , * πλὴν οὐαὶ* διʼ οὗ ἔρχεται· 2 λυσιτελεῖ αὐτῷ εἰ * λίθος μυλικὸς* περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ * τῶν μικρῶν τούτων ἕνα* . 3 προσέχετε ἑαυτοῖς. ἐὰν * ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας * ἁμαρτήσῃ εἰς σὲ καὶ * ἑπτάκις ἐπιστρέψῃ * πρὸς σὲ* λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.

5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. 6 εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ * αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, 8 ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 μὴ * ἔχει χάριν* τῷ * δούλῳ ὅτι ἐποίησεν τὰ * διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, * ὃ ὠφείλομεν* ποιῆσαι πεποιήκαμεν.

Read more Explain verse



A service of Logos Bible Software