Loading…
Luke 12:49–56

49 Πῦρ ἦλθον βαλεῖν * ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως * ὅτου τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν * ἑνὶ οἴκῳ* διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 * διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ * ἐπὶ * θυγατέρα καὶ θυγάτηρ ἐπὶ * τὴν μητέρα* , πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν * πενθεράν.

54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν * ἴδητε νεφέλην ἀνατέλλουσαν * ἐπὶ δυσμῶν, εὐθέως λέγετε * ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν * δὲ καιρὸν* τοῦτον πῶς * οὐκ οἴδατε δοκιμάζειν* ;

Read more