Loading…

John 10:22–30

22 Ἐγένετο * τότε τὰ ἐγκαίνια ἐν * τοῖς Ἱεροσολύμοις· * χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ * τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, * ὅτι οὐκ* ἐστὲ ἐκ τῶν προβάτων τῶν * ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου * ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ * δίδωμι αὐτοῖς ζωὴν αἰώνιον* , καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου * ὃ δέδωκέν * μοι * πάντων μεῖζων* ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ * πατρός. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

Read more Explain verse



A service of Logos Bible Software