Loading…
Revelation 5

5  Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν,N κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστινN ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3 Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ ἄνω,BN οὔτεBN ἐπὶ τῆς γῆς, οὔτεBN ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 4 Καὶ ἐγὼN ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5 Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ,B ὁ ἀνοίγωνBN τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. 6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχονN κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἃN εἰσιν τὰN ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀποστελλόμεναN εἰς πᾶσαν τὴν γῆν. 7 Καὶ ἦλθεν, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσιB τέσσαρες πρεσβύτεροι ἔπεσονN ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν,B καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν προσευχαὶBN τῶν ἁγίων. 9 Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ ἡμᾶςN ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλεῖςN καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. 11 Καὶ εἶδον, καὶ ἤκουσα ὡςN φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸνBN πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 Καὶ πᾶν κτίσμα ὃB ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἐστίν,BN καὶ τὰ ἐν αὐτοῖς,N πάντας ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦN θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.N 14 Καὶ τὰ τέσσαρα ζῷα λέγονταBN τὸN Ἀμήν. Καὶ οἱ πρεσβύτεροι ἔπεσον,N καὶ προσεκύνησαν.

Read more