Loading…
Mark 3

3  Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένηνN ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον. 4 Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι,N ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5 Καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου.N Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθηBN ἡ χεὶρ αὐτοῦ ὑγιὴςN ὡς ἡ ἄλλη. 6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέωςN μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουνN κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησενN μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸςN τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησανBN αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱN περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντεςN ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει,N προσέπιπτεν αὐτῷ, καὶ ἔκραζεν,N λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸνN αὐτὸν ποιήσωσιν.

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 Καὶ ἐποίησεν δώδεκα, ἵναN ὦσιν μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, 15 καὶ ἔχειν ἐξουσίαν θεραπεύεινN τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶN ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον· 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματαN Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· 18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον,N καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,N 19 καὶ Ἰούδαν Ἰσκαριώτην,N ὃς καὶ παρέδωκεν αὐτόν.

ΚαὶN ἔρχονται εἰς οἶκον· 20 καὶ συνέρχεται πάλιν ὄχλος,N ὥστε μὴ δύνασθαι αὐτοὺς μήτεN ἄρτον φαγεῖν. 21 Καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 Καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25 Καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναταιN σταθῆναι ἡ οἰκία ἐκείνη. 26 Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ μεμέρισται,N οὐ δύναται σταθῆναι,N ἀλλὰ τέλος ἔχει. 27 ΟὐδεὶςN δύναται τὰN σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.BN 28 Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰN ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶN βλασφημίαι ὅσαςN ἂν βλασφημήσωσιν· 29 ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλʼN ἔνοχός ἐστιν αἰωνίου κρίσεως.N 30 Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.

31 ἜρχονταιN οὖν οἱN ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτεςN ἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντεςN αὐτόν. 32 Καὶ ἐκάθητο ὄχλοςN περὶ αὐτόν· εἶπονN δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶN αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε. 33 Καὶ ἀπεκρίθηN αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢN οἱ ἀδελφοί μου;N 34 Καὶ περιβλεψάμενος κύκλῳN τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 Ὃς γὰρN ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μουN καὶ μήτηρ ἐστίν.

Read more