Vetus Testamentum Graecum
Auctoritate
Academiae Scientiarum Gottingensis
editum
vol. VIII, 5
Tobit
GÖTTINGEN • VANDENHOECK & RUPRECHT • 1983
edidit
Robert Hanhart
GÖTTINGEN • VANDENHOECK & RUPRECHT • 1983
CIP-Kurztitelaufnahme der Deutschen Bibliothek
Septuaginta: Vetus Testamentum Graecum / auctoritate Acad. Scientiarum Gottingensis ed.—Göttingen: Vandenhoeck und Ruprecht
Einheitssacht.: Testamentum Vetus <griech.>
NE: EST
Vol. 8
5. Tobit / ed. Robert Hangart.—1983.
ISBN 3-525-53442-6
NE: Hanhart, Robert [Hrsg.]
© Vandenhoeck & Ruprecht in Göttingen 1983.—Printed in Germany.—Ohne ausdrückliche Genehmigung des Verlages ist es nicht gestattet, das Buch oder Teile daraus auf foto- oder akustomechanischem Wege zu vervielfältigen.
Gesamtherstellung: Hubert & co., Göttingen
1 1 Βίβλος λόγων Τωβὶθ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ Γαβαὴλ τοῦ Ῥαφαὴλ τοῦ Ῥαγουὴλ ἐκ τοῦ σπέρματος Ἀσιὴλ ἐκ φυλῆς Νεφθαλείμ, 2 ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ἀσσὴρ ὀπίσω ὁδοῦ δυσμῶν ἡλίου ἐξ ἀριστερῶν Φογώρ.
3 Ἐγὼ Τωβὶθ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετʼ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευή. 4 καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ἰσραὴλ καὶ ὅτε ἤμην νέος, πᾶσα ἡ φυλὴ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυὶδ τοῦ πατρός μου καὶ ἀπὸ Ἰερουσαλὴμ πόλεως τῆς ἐκλεγείσης ἐκ πασῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ἰσραήλ· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 5 πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου, ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ, ὃν ἐποίησεν Ἰεροβεὰμ ὁ βασιλεὺς Ἰσραὴλ ἐν Δάν, ἐπὶ πάντων ὀρέων τῆς Γαλιλαίας. 6 κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ἱεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται ἐν παντὶ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ. τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρὰς τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ἱεροσόλυμα 7 καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν ἐν Ἰερουσαλήμ. καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰερουσαλὴμ καθʼ ἕκαστον ἐνιαυτόν. 8 καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ἰσραήλ, εἰσέφερον καὶ ...
About Tobit: GII (Göttingen Septuagint VIII, 5)The Göttingen Septuagint represents the largest Septuagint project ever undertaken. Published between 1931 and 2006, the 24-volume Göttingen Septuagint contains the most authoritative critical apparatus of the Greek Old Testament ever assembled. Combining textual evidence from countless manuscripts and ancient sources—including Philo, Josephus, and the Greek Church Fathers—the Göttingen Septuagint is the most detailed and elaborate critical edition of the Septuagint ever published. |
|
Support Info | gsviii5tobgii |