Old Testament
Greek Pseudepigrapha
with Morphology
Alternate Texts
Ken Penner
Morphological Annotation
Michael S. Heiser
Introductions
OLD TESTAMENT GREEK PSEUDEPIGRAPHA WITH MORPHOLOGY: ALTERNATE TEXTS
Greek texts in the public domain.
Morphological annotation © 2008 Logos Research Systems, Inc.
This resource is a supplement to Old Testament Greek Pseudepigrapha with Morphology. It contains alternate texts of certain books, chapters and verses found in the primary Pseudepigrapha resource. The two resources can be scrolled together where there are parallel passages.
1 Καὶ ἐγένετο ὄτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐγεννήθησαν αὐτοῖς θυγατέρες ὡραῖαι.
2 καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπεπλανήθησαν ὀπίσω αὐτῶν, καὶ εἶπον πρὸς ἀλλήλους Ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς.
3 καὶ εἶπε Σεμιαζᾶς ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς Φοβοῦμαι μὴ οὐ θελήσητε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.
4 καὶ ἀπεκρίθησαν αὐτῷ πάντες καὶ εἶπον Ὀμόσωμεν ἅπαντες ἄρκῳ καὶ ἀναθεματίσωμεν ἀλλήλους τοῦ μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μέχρις οὗ ἀποτελέσωμεν αὐτήν.
5 τότε πάντες ὤμοσαν ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους.
7 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· αʹ Σεμιαζᾶς, ὁ ἄρχων αὐτῶν, βʹ Ἀταρκούφ, γʹ Ἀρακιήλ, δʹ Χωβαβιήλ, εʹ Ὁραμμαμή, ϛʹ Ῥαμιήλ, ζʹ Σαμψίχ, ηʹ Ζακιήλ, θʹ Βαλκιήλ, ιʹ Ἀζαλζήλ, ιαʹ Φαρμαρός, ιβʹ Ἀμαριήλ, ιγʹ Ἀναγημάς, ιδʹ Θαυσαήλ, ιεʹ Σαμιήλ, ιϛʹ Σαρινᾶς, ιζʹ Εὐμιήλ, ιηʹ Τυριήλ, ιθʹ Ἰουμιήλ, κʹ Σαριήλ.
1 *Οὗτοι καὶ οἱ λοιποὶ πάντες [ἐν τῷ χιλιοστῷ ἑκατοστῷ ἑβδομηκοστῷ ἔτει τοῦ κόσμου] ἔλαβον ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς [ἕως τοῦ κατακλυσμοῦ].
2 καὶ ἔτεκον αὐτοῖς γένη τρία πρῶτον γίγαντας μεγάλους, οἱ δὲ Γίγαντες ἐτέκνωσαν Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ. καὶ ἦσαν αὐξανόμενοι κατὰ τὴν μεγαλειότητα αὐτῶν. καὶ ἐδίδαξαν [ἑαυτοὺς καὶ] τὰς γυναῖκας ἑαυτῶν φαρμακείας καὶ ἐπαοιδάς.
1 Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας καὶ θώρακας [διδάγματα ἀγγέλων], καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στίβεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.
2 καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.
3 Σεμιαζᾶς ἐδίδαξεν ἐπα(οι)δὰς καὶ ῥιζοτομίας· Ἀρμαρὼς *ἐπαοιδῶν λυτήριον· (Βα)ρακιὴλ ἀστρολογίας· Χωχιὴλ τὰ σημειωτικά· Σαθ(ι)ὴλ ἀστεροσκοπίαν· Σεριὴ(λ) σεληναγωγίας.
4 τῶν οὖν ἀνθρώπων ἀπολλυμένων ἡ βο(ὴ) εἰς οὐρανοὺς ἀνέβη.
4 Τότε ἐβόησαν οἱ ἄνθρωποι εἰς τὸν οὐρανὸν λέγοντες Εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγάλης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ.
![]() |
About Old Testament Greek Pseudepigrapha with Morphology: Alternate TextsA supplemental resource to Old Testament Greek Pseudepigrapha with Morphology which includes alternate texts of passages from 1 Enoch, 3 Baruch, Testament of Levi, Testament of Solomon and the Book of Jubilees. |
Support Info | greekpseudalt |